Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.64 | Dem. 21.68 (English) | >>Dem. 21.71 |
21.67ἀλλʼ , οἶμαι , τὸ πάντας ποιοῦν καὶ φιλοτιμεῖσθαι καὶ ἀναλίσκειν ἐθέλειν ἐκεῖνʼ ἐστίν , ὅτι τῶν ἴσων καὶ τῶν δικαίων ἕκαστος ἡγεῖται ἑαυτῷ μετεῖναι ἐν δημοκρατίᾳ . ἐγὼ τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , τούτων οὐκ ἔτυχον διὰ τοῦτον , ἀλλὰ χωρὶς ὧν ὑβρίσθην , καὶ τῆς νίκης προσαπεστερήθην . καίτοι πᾶσιν ὑμῖν ἐγὼ τοῦτο δείξω σαφῶς , ὅτι μηδὲν ἀσελγὲς ἐξῆν ποιοῦντι Μειδίᾳ μηδʼ ὑβρίζοντι μηδὲ τύπτοντι καὶ λυπεῖν ἐμὲ καὶ κατὰ τοὺς νόμους αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς , καὶ μηδὲ διᾶραι περὶ αὐτοῦ τὸ στόμʼ ἔχειν ἐμέ .
21.68ἐχρῆν γὰρ αὐτόν , ὦ ἄνδρες Ἀθηναῖοι , ὅτʼ ἐγὼ τῆς Πανδιονίδος χορηγὸς ὑπέστην ἐν τῷ δήμῳ , τότε τῆς Ἐρεχθῇδος ἀναστάντα , τῆς ἑαυτοῦ φυλῆς , ἀνθυποστῆναι , καὶ καταστήσανθʼ ἑαυτὸν ἐξ ἴσου καὶ τὰ ὄντʼ ἀναλίσκονθʼ ὥσπερ ἐγώ , οὕτω μʼ ἀφαιρεῖσθαι τὴν νίκην , ὑβρίζειν δὲ τοιαῦτα καὶ τύπτειν μηδὲ τότε .
21.69νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησεν , ἐν ᾧ τὸν δῆμον ἐτίμησεν ἄν , οὐδʼ ἐνεανιεύσατο τοιοῦτον οὐδέν · ἐμοὶ δʼ , ὃς εἴτε τις , ὦ ἄνδρες Ἀθηναῖοι , βούλεται νομίσαι μανίαν (μανία γὰρ ἴσως ἐστὶν ὑπὲρ δύναμίν τι ποιεῖν ), εἴτε καὶ φιλοτιμίᾳ χορηγὸς ὑπέστην , οὕτω φανερῶς καὶ μιαρῶς ἐπηρεάζων παρηκολούθησεν ὥστε μηδὲ τῶν ἱερῶν ἱματίων μηδὲ τοῦ χοροῦ μηδὲ τοῦ σώματος τὼ χεῖρε τελευτῶν ἀποσχέσθαι μου .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.64 | Dem. 21.68 (English) | >>Dem. 21.71 |